Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.188 Dem. 23.191 (English) >>Dem. 23.194

23.189ἐπειδὴ δʼ ὁρῶ προσκατασκευαζόμενόν τι τοιοῦτον διʼ οὗ, ἂν μόνον εὐτρεπίσηται τοὺς ἐνθάδʼ ἐξαπατήσοντας ὑμᾶς ὑπὲρ αὑτοῦ, τῶν γʼ ἔξω φίλων καὶ βουλομένων ἄν τι ποιεῖν ὑμᾶς ἀγαθὸν κἀκεῖνον κωλύειν ἐναντία πράττειν ὑμῖν, οἷον Ἀθηνόδωρον λέγω, Σίμωνα, Βιάνορα, Ἀρχέβιον τὸν Βυζάντιον, τοὺς Θρᾷκας τοὺς δύο, τοὺς βασιλέας, τούτων μηδενὶ μήτʼ ἐναντιωθῆναι μήτε κωλύειν ἐκεῖνον ἐξέσται, τηνικαῦθʼ ἥκω καὶ κατηγορῶ. 23.190καὶ νομίζω τὸ μέν, οἷς ἔμελλεν ἐκεῖνος λαβὼν μηδὲν ὑπερμέγεθες τὴν πόλιν βλάψειν, ἀντιλέγειν κακῶς ἰδίᾳ πεπονθότος συκοφαντοῦντος εἶναι, τὸ δέ, ἐφʼ οἷς μέγα πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατεσκευάζετο, ἐναντιοῦσθαι χρηστοῦ καὶ φιλοπόλιδος ἀνδρὸς ἔργον εἶναι. διὰ ταῦτʼ ἐπʼ ἐκείνοις οὐδὲν εἰπὼν νῦν λέγω.

23.191ἔστιν τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος διʼ οὗ προσδοκῶσι παράξειν ὑμᾶς, ὡς Κερσοβλέπτης καὶ Χαρίδημος ἴσως ἐναντίʼ ἔπραττον τῇ πόλει τόθʼ ὅτʼ ἦσαν ἐχθροί, νῦν δὲ φίλοι καὶ χρησίμους παρέχουσιν ἑαυτούς. οὐ δὴ δεῖ μνησικακεῖν· οὐδὲ γὰρ Λακεδαιμονίους ὅτʼ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθʼ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί, οὐδὲ Θηβαίους, οὐδʼ Εὐβοέας τὰ τελευταῖα νυνί. 23.192ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, εἰ μὲν ἔν τινι καιρῷ, βοηθείας γεγραμμένης τῷ Κερσοβλέπτῃ καὶ τῷ Χαριδήμῳ, κωλυόντων ἡμῶν ταύτην, ἔλεγον, ὀρθῶς ἂν λέγεσθαι· εἰ δὲ τοιούτου μὲν μηδενὸς ὄντος μηδὲ γεγραμμένου, βουλόμενοι δὲ μείζω τοῦ δέοντος ποιῆσαι διὰ τοῦ παρʼ ὑμῶν ἄδειαν λαβεῖν τοὺς ἐκείνου στρατηγούς, δεινὰ ποιεῖν αὐτοὺς ἡγοῦμαι. οὐ γάρ ἐστι δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς τῶν σωθῆναι ζητούντων λόγους πρὸς ὑμᾶς λέγειν ὑπὲρ τῶν ὅπως ἀδικεῖν αὑτοῖς ἐξέσται πραττόντων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.188 Dem. 23.191 (English) >>Dem. 23.194

Powered by PhiloLogic